previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. ἀπέθανε δὲ πολιορκῶν Κίτιον, ὡς οἱ πλεῖστοι λέγουσι, νοσήσας: ἔνιοι δέ φασιν ἐκ τραύματος, πρὸς τοὺς βαρβάρους ἀγωνιζόμενος ἔσχε. τελευτῶν δὲ τοὺς περὶ αὐτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν ἀποκρυψαμένους τὸν θάνατον αὐτοῦ: καὶ συνέβη μήτε τῶν πολεμίων μήτε τῶν συμμάχων αἰσθομένων ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆναι στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανόδημος, τεθνηκότος ἐφ᾽ ἡμέρας τριάκοντα. [2]

μετὰ δὲ τὴν ἐκείνου τελευτὴν πρὸς μὲν τοὺς βαρβάρους οὐδὲν ἔτι λαμπρὸν ὑπ᾽ οὐδενὸς ἐπράχθη στρατηγοῦ τῶν Ἑλλήνων, ἀλλὰ τραπέντες ὑπὸ δημαγωγῶν καὶ πολεμοποιῶν ἐπ᾽ ἀλλήλους, οὐδενὸς τὰς χεῖρας ἐν μέσῳ διασχόντος, συνερράγησαν εἰς τὸν πόλεμον, ἀναπνοὴ μὲν τοῖς βασιλέως πράγμασι γενόμενοι, φθόρον δ᾽ ἀμύθητον τῆς Ἑλληνικῆς δυνάμεως ἀπεργασάμενοι. [3] ὀψὲ δ᾽ οἱ περὶ τὸν Ἀγησίλαον εἰς τὴν Ἀσίαν ἐξενεγκάμενοι τὰ ὅπλα βραχέος ἥψαντο πολέμου πρὸς

τοὺς ἐπὶ θαλάσσῃ βασιλέως στρατηγούς: καὶ λαμπρὸν οὐδὲν οὐδὲ μέγα δράσαντες, αὖθις δὲ ταῖς Ἑλληνικαῖς στάσεσι καὶ ταραχαῖς ἀφ᾽ ἑτέρας ἀρχῆς ὑπενεχθέντες, ᾤχοντο τοὺς Περσῶν φορολόγους ἐν μέσαις ταῖς συμμάχοις καὶ φίλαις πόλεσιν ἀπολιπόντες, ὧν οὐδὲ γραμματοφόρος κατέβαινεν οὐδ᾽ ἵππος πρὸς θαλάσσῃ τετρακοσίων σταδίων ἐντὸς ὤφθη στρατηγοῦντος Κίμωνος. [4]

ὅτι μὲν οὖν εἰς τὴν Ἀττικὴν ἀπεκομίσθη τὰ λείψανα αὐτοῦ, μαρτυρεῖ τῶν μνημάτων τὰ μέχρι νῦν Κιμώνεια προσαγορευόμενα: τιμῶσι δὲ καὶ Κιτιεῖς τάφον τινὰ Κίμωνος, ὡς Ναυσικράτης ῥήτωρ φησίν, ἐν λοιμῷ καὶ γῆς ἀφορίᾳ τοῦ θεοῦ προστάξαντος αὐτοῖς μὴ ἀμελεῖν Κίμωνος, ἀλλ᾽ ὡς κρείττονα σέβεσθαι καὶ γεραίρειν. τοιοῦτος μὲν Ἑλληνικὸς ἡγεμών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), ATHE´NAE
    • Smith's Bio, Cimon
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: