previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐφ᾽ οἷς δῆλος ἦν Μέτελλος ἀχθόμενος. μάλιστα δ̓ αὐτὸν ἠνίασε τὸ περὶ Τουρπίλλιον. οὗτος γὰρ ἀνὴρ ἦν μὲν ἐκ πατέρων ξένος τῷ Μετέλλῳ καὶ τότε τὴν ἐπὶ τῶν τεκτόνων ἔχων ἀρχὴν συνεστράτευε: φρουρῶν δὲ Βάγαν, πόλιν μεγάλην, καὶ τῷ μηδὲν ἀδικεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ πράως καὶ φιλανθρώπως αὐτοῖς προσφέρεσθαι πιστεύων, ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος., παρεδέξαντο γάρ τὸν Ἰουγούρθαν, τὸν δὲ Τουρπίλλιον οὐδὲν ἠδίκησαν, ἀλλὰ σῷον ἐξαιτησάμενοι διῆκαν. ἔσχεν οὖν αἰτίαν προδοσίας: [2] καὶ παρὼν Μάριος τῇ κρίσει σύμβουλος [p. 480] αὐτὸς τέ οἱ πικρὸς ἦν καὶ τῶν ἄλλων παρώξυνε τοὺς πλείστους, ὥστε ἄκοντα τὸν Μέτελλον ἐκβιασθῆναι καὶ καταψηφίσασθαι θάνατον τοῦ ἀνθρώπου. μετ᾽ ὀλίγον δὲ τῆς αἰτίας ψευδοῦς φανείσης, οἱ μὲν ἄλλοι συνήχθοντο τῷ Μετέλλῳ βαρέως φέροντι, Μάριος δὲ χαίρων καὶ ποιούμενος ἴδιον τὸ ἔργον οὐκ ᾐσχύνετο λέγειν περιιών ὡς αὑτὸς εἴη προστετριμμένος ἀλάστορα τῷ Μετέλλῳ ξενοκτόνον.

[3] ἐκ τούτου φανερῶς ἀπηχθάνοντο: καὶ λέγεταὶ ποτε τοῦ Μαρίου παρόντος οἷον ἐφυβρίζων Μέτελλος εἰπεῖν, ‘σὺ δὴ καταλιπὼν ἡμᾶς, γενναῖε, πλεῖν ἐπ᾽ οἴκου διανοῇ καὶ παραγγέλλειν ὑπατείαν; οὐ γάρ ἀγαπήσεις, ἂν τᾠμῷ παιδὶ τούτῳ συνυπατεύσῃς;’ ἦν δ̓ παῖς τότε τοῦ Μετέλλου παντάπασι μειράκιον. [4] οὐ μὴν ἀλλὰ τοῦ Μαρίου σπουδάζοντος ἀφεθῆναι, πολλὰς ἀναβολὰς ποιησάμενος, ἔτι δώδεκα λειπομένων ἡμερῶν ἐπὶ τὴν τῶν ὑπάτων ἀνάδειξιν, ἀφῆκεν αὐτόν, δὲ πολλὴν ἀπὸ στρατοπέδου τὴν ἐπὶ θάλασσαν εἰς Ἰτύκην ὁδὸν ἡμέραις δυσὶ καὶ μιᾷ νυκτὶ συνελών ἔθυε πρὸ τοῦ πλοῦ. καὶ λέγεται τὸν μάντιν εἰπεῖν ὡς ἀπίστους τινὰς τὸ μέγεθος καὶ κρείττονας ἐλπίδος ἁπάσης εὐπραξίας προφαίνοι τῷ Μαρίῳ τὸ δαιμόνιον, [5] δὲ τούτοις ἐπαρθεὶς ἀνήχθη. καὶ τὸ πέλαγος τεταρταῖος οὐρίῳ πνεύματι περάσας αὐτίκα τε τῷ δήμῳ ποθεινὸς ὤφθη, καὶ προαχθεὶς ὑπό τινος τῶν δημάρχων εἰς τὸ πλῆθος ἐπὶ πολλαῖς κατὰ τοῦ Μετέλλου διαβολαῖς ᾐτεῖτο τὴν ἀρχήν, ὑπισχνούμενος κτενεῖν ζῶντα λήψεσθαι τὸν Ἰουγούρθαν, [p. 482]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: