Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τῷ δὲ Μαρίῳ καὶ σωφροσύνην μαρτυροῦσι καὶ
καρτερίαν, ἧς δεῖγμα καὶ τὸ περὶ τὴν χειρουργίαν ἐστίν, ἰξιῶν γάρ, ὡς
ἔοικε, μεγάλων ἀνάπλεως ἄμφω τὰ σκέλη γεγονὼς καὶ τὴν ἀμορφίαν
δυσχεραίνων ἔγνω παρασχεῖν ἑαυτὸν τῷ ἰατρῷ: καὶ παρέσχεν ἄδετος
θάτερον σκέλος, οὐδὲν κινηθεὶς οὐδὲ στενάξας, ἀλλὰ καθεστῶτι τῷ
προσώπῳ καὶ μετὰ σιωπῆς ὑπερβολάς τινας ἀλγηδόνων ἐν ταῖς τομαῖς
ἀνασχόμένος:, τὸν δ̓: ἰατροῦ μετιόντος ἐπὶ θάτερον οὐκέτι παρέσχε,
φήσας ὁρᾶν τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.