previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτων μὲν οὖν ἤδη πρὸς τῷ τελευτᾶν γενόμενος ὕμνει τὸν αὐτοῦ δαίμονα καὶ τὴν τύχην, ὅτι πρῶτον μὲν ἄνθρωπος, εἶτα Ἕλλην, οὐ βάρβαρος οὐδὲ ἄλογον τῇ φύσει θηρίον γένοιτο, πρὸς δὲ τούτοις, ὅτι τοῖς Σωκράτους χρόνοις ἀπήντησεν [p. 596] γένεσις αὐτοῦ. [2] καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἴκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον καὶ σῴζοντα τῇ μνήμῃ διὰ τέλους, ἧς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον. [3] τοὺς δὲ ἀμνήμονας ς καὶ ἀνοήτους ὑπεκρεῖ τὰ γιγνόμενα μετὰ τοῦ χρόνου: διὸ μηθὲν στέγοντες μηδὲ διατηροῦντες ἀεὶ κενοὶ μὲν ἀγαθῶν, πλήρεις δὲ ἐλπίδων πρὸς τὸ μέλλον ἀποβλέπουσι, τὸ παρὸν προϊέμενοι. καίτοι τὸ μὲν ἂν τύχη κωλῦσαι δύναιτο, τὸ δὲ ἀναφαίρετόν ἐστιν [4] ἀλλ᾽ ὅμως τοῦτο τῆς τύχης ὡς ἀλλότριον ἐκβάλλοντες ἐκεῖνο τὸ ἄδηλον ὀνειρώττουσιν, εἰκότα πάσχοντες, πρὶν γὰρ ἐκ λόγου καὶ παιδείας ἕδραν ὑποβαλέσθαι καὶ κρηπῖδα τοῖς ἔξωθεν ἀγαθοῖς, συνάγοντες αὐτὰ καὶ συμφοροῦντες ἐμπλῆσαι τῆς ψυχῆς οὐ δύνανται τὸ ἀκόρεστον.

[5] ἀποθνῄσκει δ̓ οὖν Μάριος ἡμέρας ἑπτακαίδεκα τῆς ἑβδόμης ὑπατείας ἐπιλαβών. καὶ μέγα ἔσχε παραυτίκα τὴν Ῥώμην χάρμα καὶ θάρσος ὡς χαλεπῆς τυραννίδος ἀπηλλαγμένην: ὀλίγαις δὲ ἡμέραις ᾔσθοντο νέον ἀντηλλαγμένοι καὶ ἀκμάζοντα ἀντὶ πρεσβύτου δεσπότην τοσαύτην υἱὸς αὐτοῦ Μάριος ὠμότητα καὶ πικρίαν ἀπεδείξατο, τοὺς ἀρίστους καὶ δοκιμωτάτους ἀναιρῶν. [6] δόξας δὲ καὶ τολμητὴς καὶ φιλοκίνδυνος εἶναι [p. 598] πρὸς τοὺς πολεμίους ἐν ἀρχῇ παῖς Ἄρεος ὠνομάζετο, ταχὺ δὲ τοῖς ἔργοις ἐλεγχόμενος αὖθις Ἀφροδίτης υἱὸς ἐκαλεῖτο. τέλος δὲ κατακλεισθεὶς εἰς Πραινεστὸν ὑπὸ Σύλλα καὶ πολλὰ φιλοψυχήσας μάτην, ὡς ἦν ἄφυκτα τῆς πόλεως ἁλισκομένης, αὐτὸς αὑτὸν ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: