Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τούτῳ δὲ ὥσπερ τροπαίας τινος ἀμειβούσης
ἐφοίτων ἄγγελοι πανταχόθεν ὡς Σύλλας συνῃρηκὼς τὸν Μιθριδατικὸν πόλεμον
καὶ τὰς ἐπαρχίας ἀνειληφὼς ἐπιπλέοι μετὰ πολλῆς δυνάμεως, καὶ τοῦτο
βραχεῖαν ἐπίσχεσιν ἐποίησε καὶ παῦλαν ὀλίγην ἀφάτων κακῶν, ὅσον οὔπω
τὸν πόλεμον ἥκειν ἐπ᾽ αὐτοὺς οἰομένων. ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ
ἕβδομον Μάριος, καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους
ἀρχῇ, Σέξτον τινὰ Λουκῖνον κατεκρήμνισεν ὃ κἀκείνοις καὶ τῇ πόλει
τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον. [p. 592]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.