Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ πατουμένων ἐν ταῖς ὁδοῖς ἔλεος οὐκ ἦν, ἀλλὰ
φρίκη καὶ τρόμος ἁπάντων πρὸς τὴν ὄψιν. ἠνία δὲ μάλιστα τὸν δῆμον ἡ
τῶν καλουμένων Βαρδυαίων ἀσέλγεια, τοὺς γάρ δεσπότας ἐν ταῖς οἰκίαις
σφάττοντες ᾔσχυνον μὲν αὐτῶν παῖδας, ἐμείγνυντο δὲ βίᾳ ταῖς
δεσποίναις, ἀκατάσχετοι δὲ ἦσαν ἁρπάζοντες καὶ μιαιφονοῦντες, ἕως οἱ
περὶ Κίνναν καὶ Σερτώριον συμφρονήσαντες ἐπέθεντο κοιμωμένοις αὐτοῖς ἐν
τῷ στρατοπέδῳ καὶ κατηκόντισαν ἅπαντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.