Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἑαυτοῦ
παρεκάλει καὶ προὐβάλλετο. τοιαύτη δὲ τις ἦν, ὡς ἔοικε, τοῦ ἀνδρὸς ἡ
τῶν λόγων σειρὴν καὶ χάρις, ὥστε ἀρξαμένου λέγειν καὶ παραιτεῖσθαι τὸν
θάνατον ἅψασθαι μὲν οὐδεὶς ἐτόλμησεν οὐδὲ ἀντιβλέψαι, κάτω δὲ κύψαντες
ἐδάκρυον ἅπαντες, διατριβῆς δὲ γενομένης ἀναβὰς ὁ Ἄννιος ὁρᾷ τὸν
μὲν Ἀντώνιον διαλεγόμενον, τοὺς δὲ στρατιώτας ἐκπεπληγμένους καὶ
κατακεκηλημένους ὑπ᾽ αὐτοῦ: κακίσας οὖν ἐκείνους καὶ προσδραμὼν αὐτὸς
ἀποτέμνει τὴν κεφαλήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.