Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πρὸς
αὐτούς ταῦτα τῷ Μαρίῳ πυνθανομένῳ πλεῦσαι τὴν ταχίστην ἐφαίνετο: καὶ
παραλαβὼν ἐκ τῆς Λιβύης Μαυρουσίων τινὰς ἱππότας καὶ τῶν ἀπὸ τῆς
Ἰταλίας τινὰς καταφερομένων, συναμφοτέρους οὐ πλείονας χιλίων γενομένους,
ἀνήχθη. προσβαλὼυ δὲ 1 Τελαμῶνι τῆς Τυρρηνίας καὶ ἀποβὰς
ἐκήρυττε δούλοις ἐλευθερίαν: καὶ τῶν αὐτόθι γεωργούντων καὶ νεμόντων
ἐλευθέρων κατὰ δόξαν αὐτοῦ συντρεχόντων ἐπὶ τὴν θάλασσαν ἀναπείθων τοὺς
ἀκμαιοτάτους ἐν ἡμέραις ὀλίγαις χεῖρα μεγάλην ἤθροισε καὶ τεσσαράκοντα
ναῦς ἐπλήρωσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.