previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Ῥώμῃ Σύλλας μὲν ἠκούετο τοῖς Μιθριδάτου πολεμεῖν στρατηγοῖς περὶ Βοιωτίαν, οἱ δὲ ὕπατοι στασιάσαντες ἐχώρουν εἰς ὅπλα. καὶ μάχης γενομένης Ὀκτάβιος μὲν κρατήσας ἐξέβαλε Κίνναν ἐπιχειροῦντα τυραννικώτερον ἄρχειν, καὶ κατέστησεν ἀντ᾽ αὐτοῦ Κορνήλιον Μερούλλαν ὕπατον, δὲ Κίννας ἐκ τῆς ἄλλης Ἰταλίας συναγαγὼν δύναμιν αὖθις διεπολέμει [2] πρὸς αὐτούς ταῦτα τῷ Μαρίῳ πυνθανομένῳ πλεῦσαι τὴν ταχίστην ἐφαίνετο: καὶ παραλαβὼν ἐκ τῆς Λιβύης Μαυρουσίων τινὰς ἱππότας καὶ τῶν ἀπὸ τῆς Ἰταλίας τινὰς καταφερομένων, συναμφοτέρους οὐ πλείονας χιλίων γενομένους, ἀνήχθη. προσβαλὼυ δὲ 1 Τελαμῶνι τῆς Τυρρηνίας καὶ ἀποβὰς ἐκήρυττε δούλοις ἐλευθερίαν: καὶ τῶν αὐτόθι γεωργούντων καὶ νεμόντων ἐλευθέρων κατὰ δόξαν αὐτοῦ συντρεχόντων ἐπὶ τὴν θάλασσαν ἀναπείθων τοὺς ἀκμαιοτάτους ἐν ἡμέραις ὀλίγαις χεῖρα μεγάλην ἤθροισε καὶ τεσσαράκοντα ναῦς ἐπλήρωσεν.

[3] εἰδὼς δὲ τὸν μὲν Ὀκτάβιον ἄριστον ἄνδρα καὶ τῷ δικαιοτάτῳ τρόπῳ βουλόμενον ἄρχειν, τὸν δὲ Κίνναν ὕποπτόν τε τῷ Σύλλᾳ καὶ πολεμοῦντα τῇ [p. 580] καθεστώσῃ πολιτείᾳ, τούτῳ προσνέμειν ἑαυτὸν ἔγνω μετὰ τῆς δυνάμεως, ἔπεμψεν οὖν ἐπαγγελλόμενος ὡς ὑπάτῳ πάντα ποιήσειν τὰ προστασσόμενα. δεξαμένου δὲ τοῦ Κίννα καὶ προσαγορεύσαντος αὐτὸυ ἀνθύπατον, ῥάβδους δὲ καὶ τἆλλα παράσημα τῆς ἀρχῆς ἀποστείλαντος, οὐκ ̣ [4] ἔφη πρέπειν αὐτοῦ ταῖς τύχαις τὸν κόσμον, ἀλλ᾽ ἐσθῆτι φαύλῃ κεχρημένος καὶ κομῶν ἀφ᾽ ἧς ἔφυγεν ἡμέρας, ὑπὲρ ἑβδομήκοντα γεγονὼς ἔτη βάδην προσῄει, βουλόμενος μὲν ἐλεεινὸς εἶναι, τῷ δὲ οἴκτῳ συμμέμικτο τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ πλέον τὸ φοβερόν, καὶ διέφαινεν κατήφεια τὸν θυμὸν οὐ τεταπεινωμένον, ἀλλ᾽ ἐξηγριωμένον ὑπὸ ̣ τῆς μεταβολῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: