Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὸ μὲν οὖν πρῶτον ἀπετρίβετο τὴν ἄνθρωπον: ὡς
δὲ οὔτε φυγῆς ἑτέραν ὁδὸν ἑώρα καὶ τὰ παρ᾽ ἐκείνης σπουδαιότερον ἢ
πρὸς ἡδονὴν ἀκόλαστον διεπράττετο, δεξάμενος τὴν φιλοφροσύνην καὶ
συνεκπεμφθεὶς ὑπ᾽ αὐτῆς ἀπέδρα μετὰ τῶν φίλων καὶ διέφυγε πρὸς τὸν
Μάριον. ἐπεὶ δὲ ἀλλήλους ἠσπάσαντο, πορευόμενοι παρὰ τὴν θάλασσαν
ἐντυγχάνουσι σκορπίοις μαχομένοις: καὶ τὸ σημεῖον ἐφάνη τῷ [p. 578] Μαρίῳ πονηρόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.