Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐφ᾽ οἷς μικρὸν ἀναπνεύσας ἐθάρρησεν ἀπὸ τῆς
νήσου πρὸς τὴν Καρχηδονίαν προσβαλεῖν:
ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον
οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλ᾽ ὅσον ἀπ᾽ οἴκτου τι
προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετ᾽ [p. 576] ὀλίγων
ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ‘ἀπαγορεύει σοι Σεξτίλιος ὁ στρατηγός, ὦ Μάριε,
Λιβύης ἐπιβαίνειν: εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν,
ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.