previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαύτῃ προθυμίᾳ ταχὺ πάντων συμπορισθέντων καὶ Βηλαίου τινὸς ναῦν τῷ Μαρίῳ παρασχόντος, ὃς ὕστερον πίνακα τῶν πράξεων ἐκείνων γραψάμενος ἀνέθηκεν εἰς τὸ ἱερὸν ὅθεν ἐμβὰς Μάριος ἀνήχθη, τῷ πνεύματι φέροντι χρώμενος ἐφέρετό πως κατὰ τύχην πρὸς Αἰναρίαν τὴν νῆσον, ὅπου τὸν Γράνιον καὶ τοὺς ἄλλους φίλους εὑρών ἔπλει μετ᾽ αὐτῶν ἐπὶ Λιβύης, [2] ὕδατος δὲ ἐπιλιπόντος αὐτοὺς ἀναγκαίως Σικελίᾳ κατὰ τὴν Ἐρυκίνην προσέσχον. ἔτυχε δὲ περὶ τοὺς τόπους ἐκείνους Ῥωμαίων ταμίας παραφυλάσσων, καὶ μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν, ἀπέκτεινε δὲ περὶ ἑκκαίδεκα τῶν ὑδρευομένων. Μάριος δὲ κατὰ σπουδὴν ἀναχθεὶς καὶ διαπεράσας τὸ πέλαγος πρὸς Μήνιγγα τὴν νῆσον, ἐνταῦθα διαπυνθάνεται πρῶτον ὡς παῖς αὐτοῦ διασέσῳσται μετὰ Κεθήγου καὶ πορεύονται πρὸς τὸν βασιλέα τῶν Νομάδων Ἰάμψαν, δεησόμενοι βοηθεῖν. [3] ἐφ᾽ οἷς μικρὸν ἀναπνεύσας ἐθάρρησεν ἀπὸ τῆς νήσου πρὸς τὴν Καρχηδονίαν προσβαλεῖν:

ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλ᾽ ὅσον ἀπ᾽ οἴκτου τι προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετ᾽ [p. 576] ὀλίγων ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ‘ἀπαγορεύει σοι Σεξτίλιος στρατηγός, Μάριε, Λιβύης ἐπιβαίνειν: εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν, ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.’ [4] ταῦτα ἀκούσαντα τὸν Μάριον ὑπὸ λύπης καὶ βαρυθυμίας ἀπορία λόγων ἔσχε, καὶ πολὺν χρόνον ἡσυχίαν ἦγε δεινὸν εἰς τὸν ὑπηρέτην ἀποβλέπων, ἐρομένου δὲ ἐκείνου τί φράζει καὶ τί λέγει πρὸς τὸν στρατηγόν, ἀπεκρίνατο μέγα στενάξας, ‘ἂγγελλε τοίνυν ὅτι Γάιον Μάριον ἐν τοῖς Καρχηδόνος ἐρειπίοις φυγάδα καθεζόμενον εἶδες,’ οὐ κακῶς ἅμα τήν τε τῆς πόλεως ἐκείνης τύχην καὶ τὴν ἑαυτοῦ μεταβολὴν ἐν παραδείγματος λόγῳ θέμενος.

[5] ἐν τούτῳ δὲ Ἰάμψας βασιλεὺς τῶν Νομάδων ἐπαμφοτερίζων τοῖς λογισμοῖς ἐν τιμῇ μὲν ἦγε τοὺς περὶ τὸν νέον Μάριον, ἀπιέναι δὲ βουλομένους ἔκ τινος ἀεὶ προφάσεως κατεῖχε, καὶ δῆλος ἦν ἐπ᾽ οὐδενὶ χρηστῷ ποιούμενος τὴν ἀναβολήν. οὐ μὴν ἀλλὰ συμβαίνει τι τῶν εἰκότων αὐτοῖς πρὸς σωτηρίαν. γάρ νέος Μάριος εὐπρεπὴς ὢν τὴν ὄψιν ἠνία τινὰ τῶν παλλακίδων τοῦ βασιλέως παρ᾽ ἀξίαν πράττων: δὲ οἶκτος οὗτος ἀρχὴ καὶ πρόφασις ἦν ἔρωτος, [6] τὸ μὲν οὖν πρῶτον ἀπετρίβετο τὴν ἄνθρωπον: ὡς δὲ οὔτε φυγῆς ἑτέραν ὁδὸν ἑώρα καὶ τὰ παρ᾽ ἐκείνης σπουδαιότερον πρὸς ἡδονὴν ἀκόλαστον διεπράττετο, δεξάμενος τὴν φιλοφροσύνην καὶ συνεκπεμφθεὶς ὑπ᾽ αὐτῆς ἀπέδρα μετὰ τῶν φίλων καὶ διέφυγε πρὸς τὸν Μάριον. ἐπεὶ δὲ ἀλλήλους ἠσπάσαντο, πορευόμενοι παρὰ τὴν θάλασσαν ἐντυγχάνουσι σκορπίοις μαχομένοις: καὶ τὸ σημεῖον ἐφάνη τῷ [p. 578] Μαρίῳ πονηρόν. [7] εὐθὺς οὖν ἁλιάδος ἐπιβάντες εἰς Κέρκιναν διεπέρων, νῆσον ἀπέχουσαν οὐ πολὺ τῆς ἠπείρου: καὶ τοσοῦτον ἔφθασαν ὅσον ἀνηγμένων αὐτῶν ἱππεῖς ὁρᾶσθαι παρὰ τοῦ βασιλέως ἐλαύνοντας ἐπὶ τὸν τόπον ὅθεν ἀνήχθησαν. τοῦτον οὐδενὸς ἐλάττονα κίνδυνον ἔδοξεν ἐκφυγεῖν Μάριος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: