previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ̓ οὖν Μάριον ὑπὸ ταύτης λέγεται μάλιστα τῆς φωνῆς, ὥσπερ ὑπὸ θείας κληδόνος, ἐπαρθέντα ταῖς ἐλπίσιν ὁρμῆσαι πρὸς τὴν πολιτείαν, καὶ τυχεῖν δημαρχίας Κεκιλίου Μετέλλου [p. 470] σπουδάσαντος, οὗ τὸν οἶκον ἐξ ἀρχῆς καὶ πατρόθεν ἐθεράπευεν. [2] ἐν δὲ τῇ δημαρχίᾳ νόμον τινὰ περὶ ψηφοφορίας γράφοντος αὐτοῦ δοκοῦντα τῶν δυνατῶν ἀφαιρεῖσθαι τὴν περὶ τὰς κρίσεις ἰσχύν, ἐνιστάμενος Κόττας ὕπατος συνέπεισε τὴν βουλὴν τῷ μὲν νόμῳ μάχεσθαι, τὸν δὲ Μάριον καλεῖν λόγον ὑφέξοντα. καὶ τοῦ δόγματος τούτου γραφέντος εἰσελθὼν ἐκεῖνος οὐκ ἔπαθε νέου πάθος ἀπὸ μηδενὸς λαμπροῦ προεληλυθότος ἄρτι πρὸς τὴν πολιτείαν, ἀλλ᾽ ἑαυτῷ διδοὺς ἤδη φρονεῖν ἡλίκον αἱ μετέπειτα πράξεις ἔδωκαν, ἠπείλησε τὸν Κότταν ἀπάξειν εἰς τὸ δεσμωτήριον, εἰ μὴ διαγράψειε τὸ δόγμα, [3] τοῦ δὲ πρὸς Μέτελλον τραπομένου καὶ γνώμην ἐρωτῶντος, Μέτελλος μὲν ἀναστὰς συνηγόρει τῷ ὑπάτῳ, Μάριος δὲ τὸν ὑπηρέτην μεταπεμψάμενος ἔξωθεν ἐκέλευεν ἀπάγειν αὐτὸν τὸν Μέτελλον εἰς τὸ δεσμωτήριον. ἐκείνου δὲ τοὺς ἄλλους ἐπικαλουμένου δημάρχους ἐβοήθει μὲν οὐδείς, δὲ σύγκλητος εἴξασα προήκατο τὸ δόγμα, καὶ λαμπρὸς ἐξελάσας Μάριος εἰς τὸ πλῆθος ἐκύρωσε τὸν νόμον, δόξας ἄκαμπτος μὲν εἶναι πρὸς φόβον, ἄτρεπτος δὲ ὑπ᾽: αἰδοῦς, δεινὸς δὲ κατὰ τῆς βουλῆς ἀνίστασθαι χάριτι τῶν πολλῶν δημαγωγῶν, [4] οὐ μὴν ἀλλὰ ταύτην μὲν ταχέως μετέστησεν ἑτέρῳ πολιτεύματι τὴν δόξαν. νόμου γάρ εἰσφερομένου περὶ σίτου διανομῆς τοῖς πολίταις ἐναντιωθεὶς ἐρρωμενέστατα καὶ κρατήσας, εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς ἀμφοτέρους ὡς μηδετέροις παρὰ τὸ συμφέρον χαριζόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: