Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος
καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων
ἄνομον καὶ ἀχάριστον ἐπ᾽ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι
δεινὸν ἦν. ‘ἲτω δ᾽οὖν ὅπῃ χρῄζει φυγάς
ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι
θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν.’ ὑπὸ
τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ
τὴν θάλασσαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.