Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῦ δὲ οἰκήματος ἐν ᾧ ἔτυχε μέρει
κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλ᾽ ὄντος
ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ
στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, ‘σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάιον Μάριον ἀνελεῖν ;’
ἐξῆλθεν οὖν εὐθὺς ὁ βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν
ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, ‘οὐ δύναμαι
Γάϊον Μάριον ἀποκτεῖναι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.