Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
προσβλέψας δὲ τῷ Μαρίῳ λαμυρόν τι καὶ γεγηθὸς
ἔστη πρῶτον ἐναντίον, εἶτα φωνὴν ἀφῆκε λαμπρὰν καὶ παρεσκίρτησε παρ᾽
αὑτὸν ὑπὸ γαυρότητος. ἐξ οὗ συμβαλὼν ὁ Μάριος ἔφασκεν ὡς διὰ
θαλάσσης αὐτῷ μᾶλλον ἢ διὰ γῆς ὑποδείκνυσι σωτηρίαν τὸ δαιμόνιον τὸν
γάρ ὄνον οὐ προσέχοντα τῇ ξηρᾷ τροφῇ πρὸς τὸ ὕδωρ ἀπ᾽ αὐτοῦ
τραπέσθαι.
ταῦτα διαλεχθεὶς τῇ Φαννίᾳ καθ᾽ αὑτὸν [p. 572] ἀνεπαύετο, τὴν
θύραν τοῦ δωματίου προσθεῖναι κελεύσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.