previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ Μιντούρνης, πόλεως Ἰταλικῆς, ὅσον εἴκοσι σταδίων ἀπέχοντες ὁρῶσιν ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας ἐπ᾽ αὐτοὺς καὶ κατὰ τύχην ὁλκάδας δύο φερομένας. ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης καταδραμόντες ἐπὶ τὴν θάλασσαν καὶ καταβαλόντες ἑαυτοὺς προσενήχοντο ταῖς ναυσί. καὶ λαβόμενοι τῆς ἑτέρας οἱ περὶ τὸν Γράνιον ἀπεπέρασαν εἰς τὴν [p. 566] ἄντικρυς νῆσον Αἰναρία καλεῖται: [2] αὐτὸν δὲ Μάριον βαρὺν ὄντα τῷ σώματι καὶ δυσμεταχείριστον οἰκέται δύο μόλις καὶ χαλεπῶς ὑπέρ τῆς θαλάττης ἐξάραντες εἰς τὴν ἑτέραν ἔθεντο ναῦν, ἤδη τῶν ἱππέων ἐφεστώτων καὶ διακελευομένων ἀπὸ γῆς τοῖς ναύταις κατάγειν τὸ πλοῖον τὸν Μάριον ἐκβαλόντας αὐτοὺς ἀποπλεῖν ὅπῃ χρῄζοιεν. ἱκετεύοντος δὲ τοῦ Μαρίου καὶ δακρύοντος, οἱ κύριοι τῆς ὁλκάδος ὡς ἐν ὀλίγῳ πολλὰς ἐπ᾽ ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες ὅμως ἀπεκρίναντο τοῖς ἱππεῦσι μὴ προέσθαι τὸν Μάριον. [3] ἐκείνων δὲ πρὸς ὀργὴν ἀπελασάντων αὖθις ἑτέρων γενόμενοι λογισμῶν κατεφέροντο πρὸς τὴν γῆν: καὶ περὶ τὰς ἐκβολὰς τοῦ Λίριος ποταμοῦ διάχυσιν λιμνώδη λαμβάνοντος ἀγκύρας βαλόμενοι παρεκάλουν αὐτὸν ἐκβῆναι καὶ τροφὴν ἐπὶ γῆς λαβεῖν καὶ τὸ σῶμα θεραπεῦσαι κεκακωμένον, ἄχρι οὗ φορὰ γένηται: γίγνεσθαι δὲ τὴν εἰωθυῖαν ὥραν τοῦ πελαγίου μαραινομένου καὶ τῶν ἑλῶν αὔραν ἀναδιδόντων ἐπιεικῶς διαρκῆ. [4] ταῦτα πεισθεὶς Μάριος ἔπραττε: καὶ τῶν ναυτῶν ἐξελομένων αὐτὸν ἐπὶ τὴν γῆν κατακλινεὶς ἔν τινι πόᾳ πορρωτάτω τοῦ μέλλοντος εἶχε τὴν διάνοιαν. οἱ δὲ εὐθὺς ἐπιβάντες ἐπὶ τὴν ναῦν καὶ τὰς ἀγκύρας ἀναλαβόντες ἔφευγον, ὡς οὔτε καλὸν ἐκδοῦναι τὸν Μάριον αὐτοῖς οὔτε σῴζειν ἀσφαλές, οὕτω δὴ πάντων ἔρημος ἀπολειφθείς πολὺν μὲν χρόνον ἄναυδος ἐπὶ τῆς ἀκτῆς ἔκειτο, μόλις δέ πως ἀναλαβὼν ἑαυτὸν ἐπορεύετο ταλαιπώρως ἀνοδίαις: [5] καὶ διεξελθὼν ἕλη βαθέα καὶ τάφρους ὕδατος καὶ πηλοῦ γεμούσας ἐπιτυγχάνει καλύβῃ λιμνουργοῦ γέροντος, ὃν περιπεσὼν [p. 568] ἱκέτευε γενέσθαι σωτῆρα καὶ βοηθὸν ἀνδρός, εἰ διαφύγοι τὰ παρόντα, μείζονας ἐλπίδων ἀμοιβὰς ἀποδώσοντος. δὲ ἄνθρωπος, εἴτε πάλαι γινώσκων εἴτε πρὸς τὴν ὄψιν ὡς κρείττονα θαυμάσας, ἀναπαύσασθαι μὲν ἔφη δεομένῳ τὸ σκηνύδριον ἐξαρκεῖν, εἰ δέ τινας ὑποφεύγων πλάζοιτο κρύψειν αὐτὸν ἐν τόπῳ μᾶλλον ἡσυχίαν ἔχοντι. [6] τοῦ δὲ Μαρίου δεηθέντος τοῦτο ποιεῖν, ἀγαγὼν αὐτὸν εἰς τὸ ἕλος καὶ πτῆξαι κελεύσας ἐν χωρίῳ κοίλῳ παρὰ τὸν ποταμὸν ἐπέβαλε τῶν τε καλάμων πολλοὺς καὶ τῆς ἄλλης ἐπιφέρων ὕλης ὅση κούφη καὶ περιπέσσειν ἀβλαβῶς δυναμένη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: