Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐν παντὶ δὴ γεγονὼς ἀπορίας,
μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος
τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε.
τῇ δ̓ ὑστεραίᾳ συνηγμένος ὑπ᾽ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι
παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς
ἑπομένους καὶ [p. 564] δεόμενος μὴ προαποκάμνειν τῆς τελευταίας
ἐλπίδος, ἐφ᾽ ἣν ἑαυτὸν φυλάττει μαντεύμασι παλαιοῖς πιστεύων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.