previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ πρεσβύτης Μάριος ὡς ἀνήχθη, πνεύματι φορῷ κομιζόμενος παρὰ τὴν Ἰταλίαν [p. 562] ἐφοβήθη Γεμίνιόν τινα τῶν ἐν Ταρρακίνῃ δυνατῶν ἐχθρὸν αὑτοῦ, καὶ ταῖς ναύταις προεῖπεν εἴργεσθαι Ταρρακίνης. οἱ δὲ ἐβούλοντο μὲν αὐτῷ χαρίζεσθαι, τοῦ δὲ πνεύματος εἰς πελάγιον μεθισταμένου καὶ κλύδωνα κατάγοντος πολὺν οὔτε τὸ πορθμεῖον ἐδόκει περικλυζόμενον ἀνθέξειν, τοῦ τε Μαρίου δυσφοροῦντος καὶ κακῶς ἔχοντος ὑπὸ ναυτίας μόλις ἀντιλαμβάνονται τῶν περὶ τὸ Κίρκαιον αἰγιαλῶν, [2] τοῦ δὲ χειμῶνος αὐξανομένου καὶ τῶν σιτίων ἐπιλειπόντων ἐκβάντες ἐπλάζοντο πρὸς οὐδένα σκοπόν, ἀλλ᾽ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις. ἐπεὶ πολεμία μὲν ἐκείνοις γῆ, πολεμία δὲ θάλασσα, φοβερὸν δὲ ἦν ἀνθρώποις περιπεσεῖν, φοβερὸν δὲ μὴ περιπεσεῖν δι᾽ ἔνδειαν τῶν ἀναγκαίων. [3] οὐ μὴν ἀλλ᾽ ὀψέ που βοτῆρσιν ὀλίγοις ἐντυγχάνουσιν, οἳ δοῦναι μὲν οὐδὲν ἔσχον αὐτοῖς δεομένοις, γνωρίσαντες δὲ τὸν Μάριον ἐκέλευον ἀπαλλάττεσθαι τὴν ταχίστην: ὀλίγον γάρ ἔμπροσθεν αὐτόθι κατὰ ζήτησιν αὐτοῦ συχνοὺς ἱππέας ὀφθῆναι διεξελαύνοντας. [4] ἐν παντὶ δὴ γεγονὼς ἀπορίας, μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε. τῇ δ̓ ὑστεραίᾳ συνηγμένος ὑπ᾽ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς ἑπομένους καὶ [p. 564] δεόμενος μὴ προαποκάμνειν τῆς τελευταίας ἐλπίδος, ἐφ᾽ ἣν ἑαυτὸν φυλάττει μαντεύμασι παλαιοῖς πιστεύων. [5] νέος γὰρ ὢν ἔτι παντελῶς καὶ διατρίβων κατ᾽ ἀγρὸν ὑποδέξασθαι τῷ ἱματίῳ καταφερομένην ἀετοῦ νεοττιὰν ἑπτὰ νεοττοὺς ἔχουσαν: ἰδόντας δὲ τοὺς γονεῖς καὶ θαυμάσαντας διαπυνθάνεσθαι τῶν μάντεων τοὺς δὲ εἰπεῖν ὡς ἐπιφανέστατος ἀνθρώπων ἔσοιτο καὶ τὴν μεγίστην ἡγεμονίαν καὶ ἀρχὴν ἑπτάκις αὐτὸν λαβεῖν ἀναγκαῖον εἴη.

[6] ταῦτα οἱ μὲν ἀληθῶς τῷ Μαρίῳ συντυχεῖν οὕτω λέγουσιν οἱ δὲ τοὺς τότε καὶ παρὰ τὴν ἄλλην φυγὴν ἀκούσαντας αὐτοῦ καὶ πιστεύσαντας ἀναγράψαι πρᾶγμα κομιδῇ μυθῶδες. ἀετὸς γὰρ οὐ τίκτει πλεῖον τῶν δυεῖν, ἀλλὰ καὶ Μουσαῖον ἐψεῦσθαι λέγουσιν εἰπόντα περὶ τοῦ ἀετοῦ, ὡς

τρία μὲν τίκτει, δύο δ̓ ἐκλέπει, ἓν δ̓ ἀλεγίζει.1
τὸ μέντοι πολλάκις ἐν τῇ φυγῇ καὶ ταῖς ἐσχάταις ἀπορίαις Μάριον εἰπεῖν ὡς ἄχρις ἑβδόμης ὑπατείας πρόεισιν, ὁμολογούμενόν ἐστιν:

1 Ὁς τρία μὲν κτλ., as cited in Aristotle, Hist. An. vi. 6 (p. 563a, 17).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: