Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτὸς δὲ
μὴ μέλλων ἑξακοσίους μὲν εἶχε περὶ αὑτὸν τῶν ἱππικῶν οἷον δορυφόρους,
καὶ τούτους ἀντισύγκλητον ὠνόμαζεν, ἐπελθὼν δὲ μεθ᾽ ὅπλων ἐκκλησιάζουσι
τοῖς ὑπάτοις τοῦ μὲν ἑτέρου φυγόντος ἐξ ἀγορᾶς τὸν υἱὸν ἐγκαταλαβὼν
ἀπέσφαξε, Σύλλας δὲ παρὰ τὴν οἰκίαν τοῦ Μαρίου διωκόμενος, οὐδενὸς
ἂν προσδοκήσαντος, εἰσέπεσε: καὶ τοὺς μὲν διώκοντας ἔλαθε δρόμῳ
παρενεχθέντας, ὑπ᾽ αὐτοῦ δὲ Μαρίου λέγεται κατὰ θύρας ἑτέρας ἀσφαλῶς
ἀποπεμφθεὶς διεκπεσεῖν εἴς τὸ στρατόπεδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.