previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τὴν πόλιν ἐκ πολλῶν χρόνων ὕπουλον γεγενημένην καὶ νοσοῦσαν ἀνέρρηξεν, [p. 558] εὐφυέστατον εὑρόντος ὄργανον Μαρίου πρὸς τὸν κοινὸν ὄλεθρον τὸ Σουλπικίου θράσος, ὃς διὰ τἆλλα πάντα θαυμάζων καὶ ζηλῶν τὸν Σατορνῖνον ἀτολμίαν ἐπεκάλει τοῖς πολιτεύμασιν αὑτὸν καὶ μέλλησιν. [2] αὐτὸς δὲ μὴ μέλλων ἑξακοσίους μὲν εἶχε περὶ αὑτὸν τῶν ἱππικῶν οἷον δορυφόρους, καὶ τούτους ἀντισύγκλητον ὠνόμαζεν, ἐπελθὼν δὲ μεθ᾽ ὅπλων ἐκκλησιάζουσι τοῖς ὑπάτοις τοῦ μὲν ἑτέρου φυγόντος ἐξ ἀγορᾶς τὸν υἱὸν ἐγκαταλαβὼν ἀπέσφαξε, Σύλλας δὲ παρὰ τὴν οἰκίαν τοῦ Μαρίου διωκόμενος, οὐδενὸς ἂν προσδοκήσαντος, εἰσέπεσε: καὶ τοὺς μὲν διώκοντας ἔλαθε δρόμῳ παρενεχθέντας, ὑπ᾽ αὐτοῦ δὲ Μαρίου λέγεται κατὰ θύρας ἑτέρας ἀσφαλῶς ἀποπεμφθεὶς διεκπεσεῖν εἴς τὸ στρατόπεδον. [3] αὐτὸς δὲ Σύλλας ἐν τοῖς ὑπομνήμασιν οὔ φησι καταφυγεῖν πρὸς τὸν Μάριον, ἀλλ᾽ ἀπαλλαχθῆναι βουλευσόμενος ὑπὲρ ὧν Σουλπίκιος ἠνάγκαζεν αὑτὸν ἄκοντα ψηφίσασθαι, περισχὼν ἐν κύκλῳ ξίφεσι γυμνοῖς καὶ συνελάσας πρὸς τὸν Μάριον, ἄχρι οὗ προελθὼν ἐκεῖθεν εἴς ἀγοράν, ὡς ἠξίουν ἐκεῖνοι, τὰς ἀπραξίας ἔλυσε. [4] γενομένων δὲ τούτων τε Σουλπίκιος ἤδη κρατῶν ἐπεχειροτόνησε τε Μαρίῳ τὴν στρατηγίαν, τε Μάριος ἐν παρασκευῇ τῆς ἐξόδου καθειστήκει, καὶ δύο χιλιάρχους ἐξέπεμψε παραληψομένους τὸ Σύλλα [p. 560] στράτευμα. Σύλλας δὲ τοὺς στρατιώτας παροξύνας ἦσαν δὲ τρισμυρίων καὶ πεντακισχιλίων οὐ μείους ὁπλῖται προήγαγεν ἐπὶ τὴν Ῥώμην. τοὺς δὲ χιλιάρχους, οὓς ἐπέπεμψε Μάριος, προσπεσόντες οἱ στρατιῶται διέφθειραν.

[5] πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ: λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓: ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε, [6] καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθ᾽ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλ᾽ ἦλθον ἱππεῖς ἐλαύνοντες καθ᾽ ὑπόνοιαν ἐπὶ [7] τὸν τόπον οὓς τῶν ἀγρῶν ἐπιμελητὴς προϊδόμενος ἔκρυψε τὸν Μάριον ἐν ἁμάξῃ κυάμους ἀγούσῃ, καὶ βοῦς ὑποζεύξας ἀπήντα τοῖς ἱππεῦσιν εἴς πόλιν ἐλαύνων τὴν ἅμαξαν. οὕτω δὲ πρὸς τὴν οἰκίαν τῆς γυναικὸς Μάριος διακομισθεὶς καὶ λαβὼν ὅσων ἐδεῖτο νυκτὸς ἐπὶ θάλασσαν ἧκε καὶ νεὼς ἐπιβὰς εἴς Λιβύην πλεούσης ἀπεπέρασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: