Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων
ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν
δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος,
παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην. καὶ ὁ
δῆμος διέστη, τῶν μὲν αἱρουμένων τὰ Μαρίου, τῶν δὲ Σύλλαν καλούντων
καὶ τὸν Μάριον ἐπὶ θερμὰ κελευόντων εἰς Βαΐας βαδίζειν καὶ τὸ σῶμα
θεραπεύειν ὑπό τε γήρως καὶ ῥευμάτων ἀπειρηκός, ὡς αὐτὸς ἔλεγε,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.