Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
διὸ ταῖς τε ἄλλαις προήγετο
τιμαῖς ὑπ᾽ αὐτοῦ, καί ποτε λόγου μετὰ δεῖπνον ἐμπεσόντος ὑπὲρ στρατηγῶν,
καὶ τῶν παρόντων ἑνὸς εἴτε ἀληθῶς διαπορήσαντος εἴτε πρὸς ἡδονὴν
ἐρομένου τὸν Σκηπίωνα τίνα δὴ τοιοῦτον ἕξει μετ᾽ ἐκεῖνον ἡγεμόνα καὶ
προστάτην ὁ Ῥωμαίων δῆμος, ὑπερκατακειμένου τοῦ Μαρίου τῇ χειρὶ τὸν
ὦμον ἠρέμα πατάξας ὁ Σκηπίων, ‘τάχα δὲ τοῦτον,’
εἶπεν. οὕτως εὐφυὴς ἦν ὁ μὲν ἐκ μειρακίου φανῆναι μέγας, ὁ δὲ ἀπὸ
τῆς ἀρχῆς τὸ τέλος νοῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.