previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις ἐκαλεῖτο Μάριος εἰς τὴν Ῥώμην καὶ παραγενόμενος, πάντων αὐτὸν οἰομένων θριαμβεύσειν καὶ τῆς βουλῆς προθύμως ψηφισαμένης, οὐκ ἠξίωσεν, εἴτε τοὺς στρατιώτας καὶ συναγωνιστὰς ἀποστερῆσαι τῆς φιλοτιμίας μὴ βουλόμενος, εἴτε πρὸς τὰ παρόντα θαρρύνων τὸ πλῆθος, ὡς τῇ τύχῃ τῆς πόλεως παρακατατιθέμενος τὴν τῶν πρώτων κατορθωμάτων, δόξαν ἐν τοῖς δευτέροις λαμπροτέραν ἀποδοθησομένην. [2] διαλεχθεὶς δὲ τὰ πρέποντα τῷ καιρῷ καὶ πρὸς τὸν Κάτλον ἐξορμήσας, τοῦτόν τε παρεθάρρυνε καὶ τοὺς αὑτοῦ μετεπέμπετο στρατιώτας ἐκ Γαλατίας, ὡς δὲ ἀφίκοντο, διαβὰς τὸν Ἠριδανὸν εἴργειν ἐπειρᾶτο τῆς ἐντὸς Ἰταλίας τοὺς βαρβάρους, οἱ δὲ τοὺς Τεύτονας ἐκδέχεσθαι καὶ [p. 528] θαυμάζειν ὡς βραδυνόντων φάσκοντες ἀνεβάλλοντο τὴν μάχην, εἴτε ἀγνοοῦντες ὄντως τὴν ἐκείνων φθοράν, εἴτε βουλόμενοι δοκεῖν ἀπιστεῖν. [3] καὶ γὰρ τοὺς ἀγγέλλοντας ᾐκίζοντο δεινῶς, καὶ τὸν Μάριον ᾔτουν πέμψαντες ἑαυτοῖς καὶ τοῖς ἀδελφοῖς χώραν καὶ πόλεις ἱκανὰς ἐνοικεῖν. ἐρομένου δὲ τοῦ Μαρίου τοὺς πρέσβεις περὶ τῶν ἀδελφῶν, κἀκείνων ὀνομασάντων τοὺς Τεύτονας, οἱ μὲν ἄλλοι πάντες ἐγέλασαν, δὲ Μάριος ἔσκωψεν εἰπὼνἐᾶτε τοίνυν τοὺς ἀδελφούς: ἔχουσι γὰρ γῆν ἐκεῖνοι καὶ διὰ παντὸς ἕξουσι παρ᾽ ἡμῶν λαβόντες.’ [4] οἱ δὲ πρέσβεις τὴν εἰρωνείαν συνέντες ἐλοιδόρουν αὐτὸν ὡς δίκην ὑφέξοντα, Κίμβροις μὲν αὐτίκα, Τεύτοσι δὲ ὅταν παραγένωνται. ‘καὶ μὴν πάρεισιν,’ ἔφη Μάριος, ‘καὶ οὐχ ἕξει καλῶς ὑμῖν ἀπαλλαγῆναι πρότερον τοὺς ἀδελφοὺς ἀσπάσασθαι.’ καὶ ταῦτα εἰπὼν ἐκέλευσε τοὺς βασιλεῖς τῶν Τευτόνων προσαχθῆναι δεδεμένους: ἑάλωσαν γὰρ ἐν ταῖς Ἄλπεσι φεύγοντες ὑπὸ Σηκουανῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: