previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὴν μάχην Μάριος τῶν βαρβαρικῶν ὅπλων καὶ λαφύρων τὰ μὲν ἐκπρεπῆ καὶ ὁλόκληρα καὶ πομπικὴν ὄψιν τῷ θριάμβῳ δυνάμενα παρασχεῖν ἐπέλεξε, τῶν δὲ ἄλλων ἐπὶ πυρᾶς μεγάλης κατασωρεύσας τὸ πλῆθος ἔθυσε θυσίαν μεγαλοπρεπῆ, [2] καὶ τοῦ στρατοῦ παρεστῶτος ἐν ὅπλοις ἐστεφανωμένου περιζωσάμενος αὐτός, ὥσπερ ἔθος ἐστίν, ἀναβαλὼν τὴν περιπόρφυρον καὶ λαβὼν δᾷδα καιομένην καὶ δι᾽ ἀμφοτέρων τῶν χειρῶν ἀνασχὼν πρὸς τὸν οὐρανὸν ἔμελλεν ὑφήσειν τῇ πυρᾷ: καὶ προσελαύνοντες ἵπποις ἑωρῶντο φίλοι σὺν τάχει πρὸς αὐτόν, ὥστε πολλὴν γενέσθαι σιωπὴν καὶ προσδοκίαν ἁπάντων, ἐπεὶ δὲ ἐγγὺς ἦσαν, [3] ἀποπηδήσαντες ἐδεξιοῦντο τὸν Μάριον, εὐαγγελιζόμενοι τὸ πέμπτον αὐτὸν ὕπατον ᾑρῆσθαι, καὶ γράμματα περὶ τούτων ἀπέδοσαν. μεγάλης οὖν χαρᾶς τοῖς ἐπινικίοις προσγενομένης τε στρατὸς ὑφ᾽ ἡδονῆς ἐνοπλίῳ τινὶ κρότῳ καὶ πατάγῳ συνηλάλαξαν, καὶ τῶν ἡγεμόνων τὸν Μάριον αὖθις ἀναδούντων δάφνης στεφάνοις ἐνῆψε τὴν πυρὰν καὶ τὴν θυσίαν ἐπετελείωσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: