Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὥσπερ οὖν Ξενοκράτει τῷ φιλοσόφῳ σκυθρωποτέρῳ δοκοῦντι τὸ
ἦθος εἶναι πολλάκις εἰώθει λέγειν ὁ Πλάτων, ‘̣Ὦ
μακάριε Ξενόκρατες, θῦε ταῖς Χάρισιν,’ οὕτως εἴ τις ἔπεισε
Μάριον θύειν ταῖς Ἑλληνικαῖς Μούσαις καὶ Χάρισιν, οὐκ ἂν
ἐκπρεπεστάταις στρατηγίαις καὶ πολιτείαις ἀμορφοτάτην ἐπέθηκε κορωνίδα,
ὑπὸ θυμοῦ καὶ φιλαρχίας ἀώρου καὶ πλεονεξιῶν ἀπαρηγορήτων εἰς ὠμότατον
καὶ ἀγριώτατον γῆρας ἐξοκείλας. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτῶν
εὐθὺς θεωρείσθω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.