Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ῥήγνυσι γὰρ αὐτόθι
ναμάτων θερμῶν πηγὰς ὁ χῶρος: καὶ μέρος τι περὶ ταῦτα τοὺς βαρβάρους
εὐπαθοῦντας καὶ πανηγυρίζοντας ἡδονῇ καὶ θαύματι τοῦ τόπου κατέλαβον οἱ
Ῥωμαῖοι. πρὸς δὲ τὴν κραυγὴν πλειόνων συντρεχόντων τῷ τε Μαρίῳ χαλεπὸν
ἦν ἔτι τοὺς στρατιώτας ἐπισχεῖν περὶ τῶν οἰκετῶν δεδιότας, καὶ τῶν
πολεμίων τὸ μαχιμώτατον μέρος, ὑφ̓> οὗ προήττηντο Ῥωμαῖοι μετὰ
Μαλλίου καὶ Καιπίωνος πρότερον Ἄμβρωνες ὠνομάζοντο καὶ πλῆθος ὑπὲρ
τρισμυρίους αὐτοὶ καθ᾽ ἑαυτοὺς ἦσαν, ἀναΐξαντες ἐπὶ τὰς πανοπλίας
ἐχώρουν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.