Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦτο μὲν οὖν τὸ δρᾶμα
πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε
πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιβείκνυται τὴν ἄνθρωπον.
τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος ὁ Μύνδιος ἱστόρηκε.
δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς [p. 508] καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις: ταὐτὰ δὲ
οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν: ἐκ δὲ τούτου
γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται 1 καὶ φανέντων ἐπὶ
ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.
1 αὐτοὺς οἱ στρατιῶται with Reiske: τοὺς στρατιώτας, which Bekker and Ziegler bracket.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.