previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ ἀκούων Μάριος ἥδετο, καὶ κατεπράυνεν αὐτούς ὡς οὐκ ἐκείνοις ἀπιστῶν, ἀλλ᾽ ἔκ τινων λογίων τὸν τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδεχόμενος. καὶ γάρ τινα Σύραν γυναῖκα, Μάρθαν ὄνομα, μαντεύεσθαι λεγομένην ἐν φορείῳ κατακειμένην σεμνῶς περιήγετο, καὶ θυσίας ἔθυεν ἐκείνης κελευούσης. ἣν πρότερον μὲν ἀπήλασεν σύγκλητος ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ τὰ μέλλοντα προθεσπίζουσαν, [2] ἐπεὶ δὲ πρὸς τὰς γυναῖκας εἰσιοῦσα διάπειραν ἐδίδου καὶ μάλιστα τῇ Μαρίου παρακαθίζουσα παρὰ τοὺς πόδας τῶν μονομάχων ἐπιτυχῶς προηγόρευε τὸν μέλλοντα νικᾶν, ἀναπεμφθεῖσα πρὸς Μάριον ὑπ᾽: ἐκείνης ἐθαυμάζετο. καὶ τὰ πολλὰ μὲν ἐν φορείῳ παρεκομίζετο, πρὸς δὲ τὰς θυσίας κατῄει φοινικίδα διπλῆν ἐμπεπορπημένη καὶ λόγχην ἀναδεδεμένην ταινίαις καὶ στεφανώμασι φέρουσα, [3] τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιβείκνυται τὴν ἄνθρωπον.

τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος Μύνδιος ἱστόρηκε. δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς [p. 508] καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις: ταὐτὰ δὲ οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν: ἐκ δὲ τούτου γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται 1 καὶ φανέντων ἐπὶ ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.

[4] πολλῶν δὲ σημείων πρὸ φαινομένων τὰ μὲν ἄλλα χαρακτῆρα κοινὸν εἶχεν, ἐκ δὲ Ἀμερίας καὶ Τουδέρτου, πόλεων Ἰταλικῶν, ἀπηγγέλθη νυκτὸς ὦφθαι κατὰ τὸν οὐρανὸν αἰχμάς τε φλογοειδεῖς καὶ θυρεοὺς διαφερομένους τὸ πρῶτον, εἶτα συμπίπτοντας ἀλλήλοις καὶ σχήματα καὶ κινήματα λαμβάνοντας οἷα γίνεται μαχομένων ἀνδρῶν, τέλος δὲ τῶν μὲν ἐνδιδόντων, τῶν δὲ ἐπιφερομένων, πάντας ἐπὶ δυσμὰς ῥυῆναι. [5] περὶ τοῦτον δέ πως τὸν χρόνον ἀφίκετο καὶ Βατάκης ἐκ Πεσσινοῦντος τῆς Μεγάλης Μητρὸς ἱερεύς, ἀπαγγέλλων ὡς θεὸς ἐκ τῶν ἀνακτόρων ἐφθέγξατο αὐτῷ νίκην καὶ κράτος πολέμου Ῥωμαίοις ὑπάρχειν. τῆς δὲ συγκλήτου προσεμένης καὶ τῇ θεῷ ναὸν ἐπινίκιον ἱδρύσασθαι ψηφισαμένης, τὸν Βατάκην εἰς τὸν δῆμον προελθόντα καὶ ταὐτὰ βουλόμενον εἰπεῖν ἐκώλυσε δημαρχῶν Αὖλος Πομπήϊος, ἀγύρτην ἀποκαλῶν καὶ πρὸς ὕβριν ἀπελαύνων τοῦ βήματος. [6] δὲ δὴ καὶ μάλιστα τῷ λόγῳ τοῦ ἀνθρώπου πίστιν παρέσχεν. οὐ γάρ ἔφθη τῆς ἐκκλησίας λυθείσης Αὖλος εἰς οἶκον ἐπανελθεῖν, καὶ πυρετὸς ἐξήνθησεν αὐτῷ τοσοῦτος ὥστε πᾶσι καταφανῆ γενόμενον καὶ περιβόητον ἐντὸς ἑβδόμης ἡμέρας ἀποθανεῖν. [p. 510]

1 αὐτοὺς οἱ στρατιῶται with Reiske: τοὺς στρατιώτας, which Bekker and Ziegler bracket.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: