previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῇ στρατείᾳ τὴν δύναμιν διεπόνει καθ᾽ ὁδὸν ἐξασκῶν δρόμοις τε παντοδαποῖς καὶ μακραῖς ὁδοιποίαις, ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων καὶ αὐτουργεῖν τὰ πρὸς τὴν δίαιταν, ὥστε καὶ μετὰ ταῦτα τοὺς φιλοπόνους καὶ σιωπῇ μετ᾽ εὐκολίας τὰ προστασσόμενα ποιοῦντας ἡμιόνους Μαριανοὺς καλεῖσθαι. καίτοι τινὲς αἰτίαν ἑτέραν τὸν λόγου τούτου νομίζουσι. [2] Σκηπίωνος γάρ, ὅτε Νομαντίαν ἐπολιόρκει, βουληθέντος ἐπιδεῖν μὴ [p. 496] μόνον τὰ ὅπλα μηδὲ τοὺς ἵππους, ἀλλὰ καὶ τοὺς ὀρεῖς καὶ τὰς ἁμάξας, ὅπως ἑκάστοις ἐξησκημένα καὶ παρεσκευασμένα τυγχάνοι, προαγαγεῖν τὸν Μάριον ἵππον τε κάλλιστα τεθραμμένον ὑπ᾽ αὐτοῦ καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳότητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων ἡσθέντος οὖν τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι καὶ πολλάκις αὐτῶν μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μαριανὸν ἡμίονον προσαγορεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: