Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἄρτι
γάρ ἀπηγγελμένης αὐτοῖς τῆς Ἰουγούρθα συλλήψεως αἵ περὶ [p. 488]
Τευτονων καὶ Κίμβρων φῆμαι προσέπιπτον, ἀπιστίαν μὲν ἐν ἀρχῇ
παρασχοῦσαι πλήθους τε καὶ ῥώμης τῶν ἐπερχομένων στρατῶν, ὕστερον δὲ τῆς
ἀληθείας ὑποδεέστεραι φανεισαι. μυριάδες μὲν γὰρ αἱ μάχιμοι τριάκοντα σὺν
ὅπλοις ἐχώρουν, ὄχλοι δὲ παίδων καὶ γυναικῶν ἐλέγοντο πολλῷ πλείους
συμπεριάγεσθαι, γῆς χρῄζοντες θρέψει τοσοῦτον πλῆθος, καὶ πόλεων ἐν αἷς
ἱδρυθέντες βιώσονται, καθάπερ πρὸ αὐτῶν ἐπυνθάνοντο Κελτοὺς τῆς
Ἰταλίας τὴν ἀρίστην κατασχεῖν Τυρρηνῶν ἀφελομένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.