Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐν δὲ Ἀμβρακίᾳ
κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων
δεῖν μεταστῆσαι τὸν Πύρρον ‘αὐτοῦ
μένων,’ ἔφη, ‘μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ περιιὼν
πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω.’ καὶ
τοὺς παρ᾽ οἶνον αὑτὸν λοιδορήσαντας, εἶτα ἐλεγχομένους
ἠρώτησεν εἰ ταῦτα εἶπον: ἀποκριναμένου
δὲ τῶν νεανίσκων ἑνός, ‘ταῦτα, ὦ βασιλεῦ:
πλείονα δ̓ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων
παρῆν οἶνος ἡμῖν,’ γελάσας ἀφῆκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.