Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
περιιόντι δὲ αὐτῷ μακρὰν
καὶ δασεῖαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα,
καὶ πλάναι τοῖς στρατιώταις συνέτυχον: καὶ περὶ
ταῦτα γινομένης διατριβῆς ἥ τε νὺξ ἐπέλιπε καὶ
καταφανὴς ἦν ἅμ᾽ ἡμέρᾳ τοῖς πολεμίοις ἐπερχόμενος
ἀπὸ τῶν ἄκρων, ὥστε θόρυβον πολὺν καὶ
κίνησιν παρασχεῖν.
οὐ μὴν ἀλλὰ τῶν ἱερῶν τῷ Μανίῳ γενομένων,
καὶ τοῦ καιροῦ βοηθεῖν ἀναγκάζοντος, ἐξελθὼν
ἐνέβαλε τοῖς πρώτοις καὶ τρεψάμενος ἐφόβησε
πάντας, ὥστε καὶ πεσεῖν οὐκ ὀλίγους καὶ τῶν
ἐλεφάντων τινὰς ἁλῶναι καταλειφθέντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.