previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτους ἀναλαβὼν Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν, ὡς ᾔσθετο, τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες ἐκ τῆς θαλάττης καὶ συνῆλθεν πλείστη τῆς δυνάμεως. [2] τηνικαῦτα δὲ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης ἀνάγκης μήτε σώζεσθαι δυνάμενον μήτε σῴζειν, ἀλλ᾽ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε μὲν τὰ γυμνάσια καὶ τοὺς περιπάτους, ἐν οἷς ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν, πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς καταλόγους τῶν στρατευομένων ἀπαραίτητος ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως ἀπελθεῖν ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας.

[3] ἐπεὶ δὲ Λαιβῖνος τῶν Ῥωμαίων ὕπατος ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπ᾽ αὑτὸν ἅμα [p. 394] τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας ἐξῆλθε μετὰ τῆς δυνάμεως, προπέμψας ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν, αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους, [4] ἀποκριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον αἱρεῖσθαι Ῥωμαίους μήτε δεδοικέναι πολέμιον, προελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδοσίας πόλεως καὶ Ἡρακλείας. πυθόμενος δὲ τοὺς Ῥωμαίους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ κατεστρατοπέδευσεν, προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα: καὶ κατιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας ἐθαύμασε, [5] καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω, ‘τάξις μέν,’ εἶπεν, ‘ Μεγάκλεις, αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δὲ ἔργον εἰσόμεθα.’ καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ ποταμοῦ τὴν εἴρξουσαν. [6] οἱ δέ, ἅπερ ἐκεῖνος ἔγνω περιμένειν, φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς διεξελαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν [p. 396] δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖσιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους λήψεσθαι τοὺς Ῥωμαίους. [7] ἐπεὶ δ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς: μάλιστα δὲ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθ᾽ αὑτὸν ἀμυνόμενος ἐρρωμένως οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, [8] ἀλλ᾽ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν.

ἔνθα δὴ Λεοννάτος Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον, ‘ὁρᾷς,’ εἶπεν, ‘ βασιλεῦ, τὸν βάρβαρον ἐκεῖνον, ὃν μέλας ἵππος λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι. [9] σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρακαὶ Πύρρος ἀπεκρίνατο, ‘τὸ μὲν εἱμαρμένον, Λεοννάτε, διαφυγεῖν ἀδύνατον: χαίρων δὲ οὔτε οὗτος οὔτ᾽ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.’ ἔτι ταῦτα προσδιαλεγομένων Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν [p. 398] ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον. [10] εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (19 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: