Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἤδη
δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν
Δημήτριον ὡς ὑπεκστὰς καὶ προέμενος τὰ πράγματα
καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς
λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου
καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ
λιτῷ χλαμυδίῳ περιστείλας ἑαυτόν, ἐπελθὼν δὲ
ὁ Πύρρος ἀμαχεὶ παρέλαβε τὸ στρατόπεδον καὶ
βασιλεὺς ἀνηγορεύθη Μακεδόνων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.