Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ γὰρ ἄλλα πολλὰ σημεῖα διετάραττεν αὐτόν, ἱερῶν τινων κεραυνώσεις καὶ μύες τὸν ἐν Διὸς χρυσὸν διαφαγόντες ἐλέχθη δὲ καὶ βοῦν ἀνθρώπου φωνὴν ἀφεῖναι καὶ παιδίον ἔχον κεφαλὴν ἐλέφαντος γενέσθαι: καὶ περὶ τὰς ἐκθύσεις καὶ ἀποτροπὰς δυσιεροῦντες οἱ μάντεις κατεῖχον αὐτὸν ἐν Ῥώμῃ σπαργῶντα καὶ φλεγόμενον. οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.