Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τῶν γὰρ ἡγεμόνων οὐδεὶς μὲν ἦν ὁ τολμῶν ἐναντιοῦσθαι τοῖς στρατιώταις αἰτουμένοις δι᾽ ἁρπαγῆς ὠφεληθῆναι, πολλοὶ δὲ καὶ πυρπολεῖν καὶ κατασκάπτειν ἐκέλευον. ἀλλὰ τοῦτον μὲν οὐδὲ ὅλως προσήκατο τὸν λόγον ὁ Μάρκελλος, μάλα δὲ ἄκων βιασθεὶς ἔδωκεν ἀπὸ χρημάτων καὶ ἀνδραπόδων ὠφελεῖσθαι, τῶν δὲ ἐλευθέρων σωμάτων ἀπεῖπεν ἅψασθαι, καὶ διεκελεύσατο μήτε ἀποκτεῖναί τινα μήτε αἰσχῦναι μήτε ἀνδραποδίσασθαι Συρακουσίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.