Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ
μέντοι τὴν στρατείαν ἔφυγεν, ἀλλ᾽ ἀνθύπατος ἀναγορευθεὶς καὶ πάλιν πρὸς Νῶλαν ἐπανελθὼν εἰς τὸ στρατόπεδον κακῶς ἐποίει τοὺς ᾑρημένους τὰ τοῦ Φοίνικος, ὡς δὲ ὀξεῖαν ἐπ᾽ αὐτὸν θέμενος βοήθειαν ἐκεῖνος ἧκε, προκαλουμένῳ μὲν ἐκ παρατάξεως οὐκ ἠβουλήθη διαγωνίσασθαι, τρέψαντι δὲ τὸ πλεῖστον ἐφ᾽ ἁρπαγὴν τοῦ στρατοῦ καὶ μηκέτι προσδεχομένῳ μάχην ἐπεξῆλθε, διαδοὺς δόρατα τῶν ναυμάχων μεγάλα τοῖς πεζοῖς, καὶ διδάξας πόρρωθεν συντηροῦσι παίειν τοὺς Καρχηδονίους, ἀκοντιστὰς μὲν οὐκ ὄντας αἰχμαῖς δὲ χρωμένους ἐκ χειρὸς βραχείαις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.