Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένου δ᾽ ἐπὶ ταῖς θύραις αὐτοῦ, προῆλθεν
ὁ Ἀρχίας, καὶ Φιλλίδας,1 καὶ εἶπεν: ‘ὦ
Χάρων, τινὰς ἀκήκοα παρεληλυθότας ἐν τῇ πόλει
κρύπτεσθαι, καὶ συμπράττειν αὐτοῖς ἐνίους τῶν
πολιτῶν.’ καὶ ὁ Χάρων διαταραχθεὶς τὸ πρῶτον, εἶτα ἐρωτήσας τίνες εἰσὶν οἱ παρεληλυθότες καὶ τίνες οἱ κρύπτοντες αὐτούς, ὡς οὐδὲν ἑώρα
[p. 364]
σαφὲς εἰπεῖν ἔχοντα τὸν Ἀρχίαν, ὑπονοήσας ἀπ᾽
οὐδενὸς τῶν ἐπισταμένων γεγονέναι τὴν μήνυσιν, ‘ὁρᾶτε
τοίνυν,’ ἔφη, ‘μὴ κενός τις ὑμᾶς διαταράττῃ λόγος, οὐ μὴν ἀλλὰ σκέψομαι: δεῖ γὰρ ἴσως μηδενὸς καταφρονεῖν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.