Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ καὶ Βόλλας πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥώμης ἑλὼν χρημάτων πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐδ᾽ οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλ᾽ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον εἶναι λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ, τῆς ἀρετῆς ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.