previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δὲ Ῥώμην τε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων, ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. ἓν δὲ λέγεται τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατῖνος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως [p. 176] καὶ καθαρὸς δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας. [2] οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον ὅτι κακὸν τὸν ὀρχηστὴν ἔστειλαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παρεθέντος ἀκρατὴς γενέσθαι. [3] ταῦτα δ᾽ ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. ἀπαγγείλας δ᾽, ὥς φασιν, εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει δι᾽ αὑτοῦ βαδίζων, θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν ἐποιήσαντο τοῦ πράγματος ζήτησιν.

ἦν δὲ τοιοῦτον: οἰκέτην τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξάγειν δι᾽ ἀγορᾶς μαστιγοῦντας, εἶτ᾽ ἀποκτεῖναι. [4] ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στροφάς τε παντοδαπὰς ὑπ᾽ ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, πομπὴ κατὰ τύχην ἠκολουθήκει. καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτε ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπούσας, οὐδεὶς δ᾽ ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, διὰ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον. [5] ἦν δὲ μεγάλη κόλασις οἰκέτου πλημμελήσαντος, εἰ ξύλον ἁμάξης, τὸν ῥυμὸν [p. 178] ὑπερείδουσιν, ἀράμενος διεξέλθοι παρὰ τὴν γειτνίασιν. [6] γὰρ τοῦτο παθὼν καὶ ὀφθεὶς παρὰ τῶν συνοίκων καὶ γειτόνων οὐκέτι πίστιν εἶχεν. ἐκαλεῖτο δὲ φούρκιφερ: γὰρ οἱ Ἕλληνες ὑποστάτην καὶ στήριγμα, τοῦτο Ῥωμαῖοι φοῦρκαν ὀνομάζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: