Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν: ἅμα δὲ᾽ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν, οὐδ᾽ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν, εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.