Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τῶν δ᾽ ἀνθρώπων τρισχιλίους ἑλὼν
ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς
Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ
μακρὰ τείχη καθεῖλεν. ἐκ δὲ τούτου φοβηθεὶς ὁ
Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς
Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων
χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν
οἷς ᾤκει τείχεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.