Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐκεῖ δ᾽ ἀκούσας Μίνδαρον τὸν
Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ
καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι
τοῖς στρατηγοῖς. καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ
συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις
ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ
διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν
ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι
μεγάλῳ συνείχοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.