Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι: ‘Θεσσαλὸς Κίμωνος Λακιάδης
Ἀλκιβιάδην Κλεινίου Σκαμβωνίδην εἰσήγγειλεν
ἀδικεῖν περὶ τὼ θεώ, τὴν Δήμητραν καὶ τὴν
Κόρην, ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύοντα
τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ
ἑαυτοῦ, ἔχοντα στολὴν οἵανπερ ὁ ἱεροφάντης 1
ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάζοντα αὑτὸν
μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦχον, κήρυκα
δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δ᾽ ἄλλους ἑταίρους
μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ
νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τε Εὐμολπιδῶν
καὶ Κηρύκων καὶ τῶν ἱερέων τῶν ἐξ
Ἐλευσῖνος.’
1 ὁ ἱεροφάντης with CMa: ἱεροφάντης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.