Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ᾽ οὗτος ὁ λόγος
οὔθ᾽ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ᾽
οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν
ἐκ παιδιᾶς ὑποφερομένων: ὀργῇ δ᾽ ἅμα καὶ φόβῳ τὸ
γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι
μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς
ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν
ὀλίγαις ἡμέραις πολλάκις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.