Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ γὰρ τοῦτο φιλάνθρωπον
ἐκάλουν: πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι
τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών.
Ἀριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς
καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον
χαίροντες. οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον
ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ
Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ
ἂν ἤνεγκε δύο Ἀλκιβιάδας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.