Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω δὲ τῶν Λακεδαιμονίων
ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς
Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους
ἐποίησε τοῖς Ἀθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς
τῆς πράξεως ἐπῄνει, μέγα δ᾽ ἦν τὸ πεπραγμένον ὑπ᾽
αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν
ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ
Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν
Ἀθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν
ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δ᾽
ἐσφάλησαν, ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.