previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. ἐπεὶ δ᾽ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δ᾽ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθ᾽ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δ᾽ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον. [2] ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς φησι,

λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.

Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 281
φέρεται δὲ καὶ λόγος τις κατ᾽ Ἀλκιβιάδου ὑπὸ 1 Φαίακος γεγραμμένος, ἐν μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν.

ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, [3] οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δ᾽ αὐτῷ πολλάκις δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν. [4] ἀναπεισθεὶς οὖν ὑπ᾽ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν, κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν.

ὡς δ᾽ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδ᾽ ἂν προσδοκήσαντα. [5] φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδ᾽ ἄδοξος, ὥς που καὶ Πλάτων κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς,

καίτοι πέπραχε τῶν προτέρων 2 μὲν ἄξια,
αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια.
οὐ γὰρ τοιούτων εἵνεκ᾽ ὄστραχ᾽ εὑρέθη.

Plato comicus, unknown
περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.

1 ὑπὸ with Coraës: καί.

2 προτέρων with Kock (Com. Att. Frag. i. p. 654): τρόπων (worthy of his ways).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: