next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. τὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τὸν Αἴαντος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Ἀλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ δὲ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον. [2]

λέγεται δ᾽ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλανθρωπίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν γενομένων κατ᾽ αὐτόν, οὐδενὸς οὐδ᾽ μήτηρ ὀνόματος τετύχηκεν, Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε. [3]

περὶ μὲν οὖν τοῦ κάλλους Ἀλκιβιάδου οὐδὲν ἴσως δεῖ λέγειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν τῇ ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν. οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο Ἀλκιβιάδῃ μετ᾽ ὀλίγων ἄλλων δι᾽ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε. [4] τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον:

εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας:
ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει.’
ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν.

Aristoph. Wasps 44 ff.
καὶ Ἄρχιππος τὸν υἱὸν τοῦ Ἀλκιβιάδου σκώπτων: ‘ βαδίζει,’ φησί, ‘ διακεχλιδώς, θοἰμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι,

κλασαυχενεύεταί τε καὶ τραυλίζεται.

Kock, Com. Att. Frag., i. p. 688

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: